Ancient Greek
r.9.3 to r.9.18
Documentary Papyri, P.Marm. Ro r.9.3-18
Not analysed yet
καὶ τὰ τῷ ϛ ἔτει σημανθέντα Βακαδίωνος Ἰαφθᾶντος ἐν νάπῃ λεγομένῃ …ννου… χωρίον σπόριμον πρασιὰ α σύμφυτος γείτονες νότου βορρᾶ τραχὼν Εισαιπαν Βερνείκης καὶ ὡς χρηματίζει λιβὸς Δαμάδαντος Ἀμφθᾶτος συντ καὶ ἀναχ δηναρίων οθ ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ι καὶ ἐπὶ τόπου Θηνεμβανας αὐλῆς καὶ οἰκίας μέρος τὸ ἐπιβάλλον αὐτῇ μέρος γείτονες νότου ψιλὸς τόπος βορρᾶ οἰκόπεδα ἑτέρων αὐλὴ Μεττίχου καὶ ἕτερον χωρίον ἀμπελ συντ καὶ ἀναχ δηναρίων ιε ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος ἐνοικίου δηνάρια ε 𐅵καὶ τὰ σημανθέντα τῷ ιγ ἔτει ὑπὸ Γαίου Ἰουλίου Μάρκου Αμ…νιους Ἀμμοῦνις ἐπὶ τόπου Παλιούρου ἐν νάπῃ Λωτων ἀπὸ ἀρουρῶν κα δ λβ κοινῶν καὶ ἀδιαιρέτων πρὸς τοὺς συμμετόχους τὸ ἐπιβάλλον αὐτῷ μέρος τέταρτον αἵ εἰσιν ἄρουραι ε δ λβ γείτονες ὅλου τοῦ χωρίου κληρονόμων Σεσνέως Χρωμα καὶ ἑτέρων συντ καὶ ἀναχ δηναρίων ρ ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ζ σύκων μέδιμνοι λ καὶ ἐπὶ τόπου Ἄντρων περιβόλου συμφύτου τὸ ἐπιβάλλον αὐτῷ μέρος πέμπτον καὶ δέκατον γῆς σπορίμης μαδ γείτονες ἐκ δ ἀνέμων τραχὼν καὶ εἰσαγωγαὶ ὑδάτων συντ καὶ ἀναχ δηναρίων λ ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι ιβ λάκκου ἐνύδρου τὸ ἐπιβάλλον μέρος ἑκκαιδέκατον γείτονες ἐκ δ ἀνέμων ψιλὸς τόπος συντ καὶ ἀναχ δηναρίων ιε ἐξ οὗ οὐθὲν περιεγίνετο καὶ ἐπὶ τόπου Οικα τὸ ἐπιβάλλον αὐτῷ μέρος τέταρτον γείτονες νότου θεμέλια ἀπηλιώτου ψιλὸς τόπος βορρᾶ κληρονόμων Φρόντωνος λιβὸς ψιλὸς τόπος συντ καὶ ἀναχ δηναρίων κ ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἕως κ ἔτους κατʼ ἔτος ἐνοικίου δηνάρια η καὶ ἐπὶ τοῦ α τόπου λάκκου ἐνύδρου μέρος ἑκκαιδέκατον γείτονες ἐκ δ ἀνέμων τραχὼν καὶ εἰσαγωγαὶ ὑδάτων συντ καὶ ἀναχ δηναρίων κ ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια η καὶ τὰ τῷ ϛ ἔτει σημανθέντα ὑπὸ Γαίου Ἰουλίου Σεουήρου μηνὶ Μεσορὴ κωμάρχου Σεπτουμιακῆς Α…μιος Ἥρωνος καταδικασθέντος ὑπὸ Κλαυδίου Ἰουλιανοῦ τοῦ ἡγεμονεύσαντος τῷ ιδ ἔτει ἐν τῇ …π Α…οισμαλου λάκκων β ἐνύδρων γείτονες ἐκ δ ἀνέμων ψιλὸς τόπος καὶ εἰσαγωγαὶ ὑδάτων συντ καὶ ἀναχ δηναρίων σν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος δηνάρια γ