Ancient Greek
P.Mert. 1 19
Documentary Papyri, P.Mert. 1 19
Not analysed yet
Ἀπολλώνιος Σαραπίωνος τοῦ Ἁρενδώτου μητρὸς Τανεχώτιδος ἀπʼ Ὀξυρύγχων πόλεως Οὐαλερίῳ Διοδώρῳ γενομένῳ ὑπομνηματογράφῳ ἀπὸ Μουσείου καὶ ὡς χρηματίζεις χαίρειν. πέπρακά σοι πάκτωνα ποτάμιον ἀπὸ ἰτεΐνων ξύλων μήκους πηχῶν δεκαδύο ἡμίσους σὺν πηδαλίωι καὶ κώπαις ἀπὸ ἰτεΐνων ξύλων δυσί ,καὶ αὐτόθι ἀπέσχον παρὰ σοῦ τὰς συμπεφωνημένας ὑπὲρ τιμῆς ἀργυρίου δραχμὰς διακοσίας ἐκ πλήρους καὶ βεβαιώσω ὡς πρόκιται. ἔτους ιγ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι ε. Ἀπολλώνιος ὁ προγεγραμμένος ἔσχον τὰς συμπεφωνημένας ὑπὲρ τιμῆς το͂ πάκτωνος δραχμὰς διακοσίας καὶ βεβαιώσω ὡς πρόκειται. χρόνος ὁ αὐτός.