Ancient Greek
P.Mert. 1 25
Documentary Papyri, P.Mert. 1 25
Not analysed yet
Παμοῦνις Δείου μητρὸς Θατρῆτος ἀπὸ Κερκεμούνεως Μάρκῳ Αὐρηλίῳ Οὐάλεντι Ἀπολλωνίου καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν τῷ Ὀξυρυγχίτῃ ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατόν, γείνονται δραχμαὶ ἑκατόν, ἅσπερ ἐπάναγκον ἀποδώσω σοι μέχρι τριακάδος Παῦνι τοῦ ἐνεστῶτος κβ ἔτους ἀνυπερθέτως, εἰ δὲ μή, ἐκτείσω σοι μεθʼ ἡμιολίας τὸν τόκον τοῦ ὑπερπεσόντος χρόνου δραχμιαῖον ὡς τῆς μνᾶς κατὰ μῆνα ἕκαστον, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαμενὼθ ιϛ. Παμοῦνις Δείου δεδάνεισμαι παρὰ τοῦ Οὐάλεντος τὰς δραχμὰς ρ, καὶ ἀποδώσω ὡς πρόκειται. Ἀφύγχις Ὡρίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.