Ancient Greek
P.Mert. 1 36
Documentary Papyri, P.Mert. 1 36
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων. Γαίῳ Ἰουλίῳ Λευκαδίῳ …μαλανου πρυτανεύσαντι γυμνασιαρχήσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ Νεικήτου προνοητοῦ Αὐρήλιος Πεκῦσις Παπνουθίου ἀπὸ ἐποικίου σου Πανκύλεως Ἀπατοῦ χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ ἔχειν παρʼ ἐμαυτῷ ὑπὲρ γινομένου φόρου ἧς γεωργήσω γῆς τῆς τρίτης ἰνδικτίονος σίτου καθαροῦ ἀρτάβας δύο ἥμισυ ὅνπερ πυρὸν νέον καθαρὸν ἄδολον κεκοσκινευμένον μέτρῳ δεκάτῳ τῆς οὐσίας ἐπάναγκες ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἔτους λϛ ε …αλεκ πάσης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων· κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πεκῦσις Παπνουθίου ὀφείλω καὶ ἔχω παρʼ ἐμαυτῷ ὑπὲρ τοῦ φόρου σίτου ἀρτάβας δύο ἥμισυ καὶ ἀποδώσω ὡς πρόκειται. Καττᾶς Εὐσταθίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διὰ Πεκυσίου ἀπὸ Πανκύλεως σίτου ἀρτάβαι β 𐅵