Ancient Greek
P.Mert. 1 38
Documentary Papyri, P.Mert. 1 38
Not analysed yet
κυρίῳ μου γεούχῳ Διονυσίῳ ὑμῶν προνοητοῦ. γινώσκειν σε θέλω, κύριέ μου, ὅτι ἐπλήρωσα τοὺς συμμάχους τοὺς ὑπὲρ Σαβίνου καὶ Ναράους τοὺς μισθοὺς αὐτῶν μέχρις σήμερον μή τις αὐτοὺς νου… περὶ τούτων· οὐ μόνον τὰ νομιζόμενα ἔλαβαν ἀπʼ ἐμοῦ ἀλλὰ καὶ προχρείαν, καὶ ἀλόγως ἀπέστησαν ἀπʼ ἐμοῦ καὶ ἦλθαν πρὸς σέ· τὸν φόβον σου οὐκ ἔχε πρὸς αὐτοὺς ἵνα μὴ ἀμελήσωσιν εἰς τὰ ἔργα ὑμῶν· πολλὰ δὲ πα ραμελήσουσιν. ἀπόστειλόν μοι τὰ ἀργύρια τὰ ἔδωκα εἰς τὴν τιμὴν τῆς οἰκίας· ἀπαιτοῦσιν γὰρ τὸ ναῦλον ἐνταῦθα ἵνα τηναθωμεν· ἀνήλισκοναὐτὰ εἰς συναλλαγάς. ἀνάγκη μοι ἐ γίνετο τῶν ἀδελφῶν μου· ἔπεμψα γὰρ εἰςσέ περὶ τούτων καὶ ἵνα σύστασιν αὐτῶν σχῇςπρὸς Απολλώνιον· παράστησον τούτους αὐτῷ Ἀπολλωνίῳ ἵνα προσέχῃ αὐτῶν· ἔρρωσθαίσε εὔχομαι, κύριέ μου. …ανιω κ… ιδ