Ancient Greek
P.Mert. 1 6
Documentary Papyri, P.Mert. 1 6
Not analysed yet
δάνειον πυροῦ ἀρτάβης α δ Ἰρινιοῦτι Σενθέως· ἐδάνεισεν Κάστωρ Μιθροδάτου. βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης τῆς ἀδελφῆς θεῶν Φιλοπατόρων καὶ Φιλαδέλφων ἔτους τετάρτου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων γραφομένων ἐν Ἀλεξανδρείαι μηνὸς Ξανδικοῦ ἕκτηι Μεχεὶρ ἕκτηι ἐν τῶι Νέστου ἐποικίωι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Κάστωρ Μιθροδάτου Μακεδὼν ἱππάρχης ἐπʼ ἀνδρῶν καὶ Ἱλάρα ἡ γυνὴ Πτολεμαίωι τῶι καὶ Πετεσούχωι Ὥρου Πέρσῃ τῆς ἐπιγονῆς καὶ τῆι τούτου γυναικὶ Ἀπολλωνίαι τῆι καὶ Τασοῦτι Ἁρχύψιος Περσίνηι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πτολεμαίου τοῦ προγεγραμμένου α…οκεφαλους πυροῦ ἀρτάβην μίαν τέταρτον ,ἃς καὶ ὁμολογοῦσι μεμετρῆσθαι καὶ ἔχειν ἐκ πλήρους ἅμα τῆι συγγραφῆι ταύτηι τιθεμένηι κυρίαι· τὸ δὲ δάνειον τοῦτο, τὴν μίαν τέταρτον ἀρτάβην τοῦ πυροῦ, ἀποδότωσαν οἱ δεδανεισμένοι Κάστορι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Παῦνι τοῦ αὐτοῦ ἔτους πυρὸν νέον καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων μέτρωι ἡμιαρταβίωι καθεσταμένας εἰς τὴν αὐτὴν τοῖς ἰδίοις ἀνηλώμασι· ἧς δʼ ἂν ἀρτάβης μὴ ἀποδῶσι καθὰ γέγραπται ἀποτισάτωσαν τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν ἐσομένην τούτων πλείστην τιμήν, τῆς πράξεως οὔσης ἔκ τε αὐτῶν τῶν δεδανεισμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων πράσσοντι κυρίως καθάπερ ἐκ δίκης ἐγγύων ἀλλήλων εἰς ἔκτεισιν. ἡ συγγραφὴ ἥδε κυρία. μάρτυρες Ἰσχυρίων, Σιμίας, Ἑρμίας, Μένων, …ιος, Ἀπελλῆς, οἱ ἕξ ,οἱ ε τῶν Κασσάνδρου …συγγραφοφύλαξ Ἰσχυρίων. Πτολεμαῖος ὃς καὶ Πετεσοῦχος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον …ς …