Ancient Greek
P.Mert. 1 8
Documentary Papyri, P.Mert. 1 8
Not analysed yet
Κόρακι παρὰ Μαρσισούχου τοῦ Μαρρήους τῶν ἀπὸ Θεαδελφείας τῆς Θεμίστου μερίδος δημοσίου γεωργοῦ. τῶι ἐνεστῶτι λγ ἔτει Καίσαρος ἐκκεχώρημαι ὑπὸ Πνεφερῶτος τοῦ Τιθοήους δημοσίου γεωργοῦ τὰς ἐν τῶι ὀνόματι αὐτοῦ περὶ τὴν κώμην δημοσίας γῆς ἀρούρας εἴκοσι τέσσαρας ὧν καὶ ἀντιλαβόμενος καὶ χωματίσας καὶ ἀπὸ μέρους λιμνάσας ταύτας τῆς εἰς τὸ αὐτὸ ἔτος κατασπορᾶς τινί ποτε τῶν λόγων Σωτήριχος γραμματεὺς τοῦ τῆς κώμης γραμματέως διαπεμψάμενος τὸν πράκτορα καὶ τόν φυλακίτην εἰς τὰ ἐδάφη ἀνέσπασάν με καὶ παρέδωκαν εἰς τὸν τοῦ Σωτηρίχου λόγον ἁπλῶς μηδέν μου ὡς εἴρηται δικαίου ἐπι…