Ancient Greek
P.Mert. 2 100
Documentary Papyri, P.Mert. 2 100
Not analysed yet
Φλάουιος Πεττήριος σὺν Θεῷ πάγαρχος ὑμῖν τοῖς ἀπὸ χωρίου Στράτωνος· παράσχετε Ἀβοῦ Νελη… τῷ ἐπικειμένῳ τοῦ αὐτοῦ στάβλου λόγῳ δαπανῶν οὐσῶν εἰς τὸ στάβλον τοῦ χωρίου ὑμῶν διʼ ἐπιστάλματος Ἰορδάνου ……Φαῶφι α ἰνδικτίονος ιγ, ἐνεχθέντος διὰ Σέργου σταβλίτου χωρίου Ψενύρεως ἁλυκῆς κόλλαθα ιθ δεκαεννέα καὶ ὀψαρίου λίτραι υπ τετρακόσια ὀγδοήκοντα μόνα προσάπαξ. ἐγράφη μηνὸς Φαῶφι κγ …τῆς τρεισκαιδεκάτης ἰνδικτίονος. Ἠλίας νοτάριος ὑπέγραψα τὸ ἐπίσταλμα τῶν τῆς ἁλικῆς κολλάθων δεκαεννέα …καὶ ὀψαρίου λιτρῶν τετρακοσίων ὀγδοήκοντα μόνων. ἐγράφη μηνὸς Φαῶφι κγ ἰνδικτίονος τρεισκαιδεκάτης. στοιχεῖ ὡς πρόκειται.