Ancient Greek
P.Mert. 2 70
Documentary Papyri, P.Mert. 2 70
Not analysed yet
παρὰ Διονυσίου τοῦ καὶ Ἀπολλωνίου Ἀπολλωνίου καὶ Διογένους Διογένους καὶ Ἑρμᾶτος Σαραπᾶτος καὶ Θέωνος Ἑρμᾶτος καὶ τῶν σὺν αὐτοῖς ἐπιτηρητῶν ὠνῆς πλύνου γναφέων τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. μηνιαῖος λόγος τῶν ἀπὸ α Φαῶφι ἕως λ· ἐστὶ δὲ· Πιβήκιος πλοίου α ἀγωγῆς ἀρταβῶν ξ δραχμὰς λ καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ μδ διώβολον· Κεντυρίων πλοίου α ἀγωγῆς ἀρταβῶν ν δραχμὰς κε καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ λθ διώβολον· Πασβῆς πλοίου α ἀγωγῆς ἀρταβῶν π δραχμὰς μ καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμάς ιδ διώβολον, γίνονται δραχμαὶ νδ διώβολον· Ὡρίων πλοίου α ἀγωγῆς ἀρταβῶν ξ δραχμὰς λ καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ μδ διώβολον· Πάλλις πλοίου α ἀγωγῆς ἀρταβῶν ξ δραχμὰς λ καὶ ὑπὲρ πτυχίδων νίτρου ρ δραχμὰς ιδ διώβολον, γίνονται δραχμαὶ μδ διώβολον. γίνονται τοῦ μηνὸς δραχμαὶ σκϛ τριώβολον. εἰς ἀρίθμησιν δὲ καὶ ἐπὶ τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους δραχμαὶ σλθ τετρώβολον, ἐὰν ἀπολίπωνται. γίνονται ἐπὶ τὸ αὐτὸ τῆς διαγραφῆς δραχμαὶ υξϛ, αἳ καὶ διαγράφονται ἐπὶ τραπεζίτην. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁθὺρ α Διονύσιος ὁ καὶ Ἀπολλὼς Ἀπολλωνίου κατεχώρισα. Θέων Ἑρμᾶτος συνκατεχώρισα. Διογένης Διογένους συνκατεχώρισα, …