Ancient Greek
P.Mert. 2 77
Documentary Papyri, P.Mert. 2 77
Not analysed yet
Ἀππιανῷ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος. παρὰ Πτολεμαίου Λιμναίου καὶ Διδύμου Πολυδεύκου καὶ Καστορος Μαρρείους καὶ τῶν λοιπῶν ἐν κλήρῳ σιτολογίας κώμης Καρανίδος. ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ τῆς προκειμένης κώμης τῇ ζ τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος κγ ἔτους ἀπὸ γενήματος τοῦ διεληλυθότος κβ ἔτους πυροῦ ἀρτάβας διακοσίας μίαν τρίτον δωδέκατον, γίνονται πυροῦ ἀρτάβαι σα γιβ. Πτολεμαῖος μεμέτρημαι τὰς προκειμένας ἀρτάβας. Δίδυμος συνμεμέτρημαι. Κάστωρ συνμεμέτρημαι. ἔτους κγ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Ἁθὺρ η.