Ancient Greek
P.Mert. 2 90
Documentary Papyri, P.Mert. 2 90
Not analysed yet
Ὀξυρυγχειτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης πόλεως ἡ κρατίστη βουλὴ διά …τοῦ καὶ Σερήνου γυμνασιαρχήσαντος βουλευτοῦ ἐνάρχου πρυτάνεως Αὐρηλίῳ Διοσκουρίδῃ… στρατηγῷ τῷ φιλτάτῳ χαίρειν. κατὰ κέλευσιν τοῦ κυρίου μου διασημοτάτου καθολικοῦ Αὐρηλίου Σαραπίωνος ἐκ γραμμάτων τοῦ κυρίου μου ἐπιτρόπου κατὰ τὴν πρὸ η καλανδῶν Ἰουνίων ᾑρέθησαν ὑπὸ τῆς κοινότητος τοῦ βουλευτηρίου εἰς ἐμβολαρχίαν Σεουῆρος Ἡραισκου καὶ Ἀγαθεῖνος Ἀγαθείνου πίστεως καὶ ἐπιεικίας χάριν· ἀλλʼ ἐπειδὴ ἔγνων ἐπιδημήσας καὶ τῇ πρὸ ιζ καλανδῶν Ἰουλίων κατὰ γραμματεῖον παρα …ἥκω ἐπὶ τῆς …ἐπὶ αὐτῶν ᾑρημένων …διά τοι τοῦτο ἐπι …ὅπως τῷ αὐτῷ Σαραπίωνι …ι πρόσεστι ἐπιτηδείως …η μηδαμῶς ἀπασχολήσῃς ἀπὸ τοῦ ἐπιτάγματος τῆς ἐμβολαρχίας ἀναγκαίου ὄντος ἄχρις τῆς ἐπιδημίας τοῦ κυρίου μου ἐπιτρόπου, ἵνα τῶν …τῆς γιγνομένης …μελλούσης …