Ancient Greek
P.Mert. 2 92
Documentary Papyri, P.Mert. 2 92
Not analysed yet
Διοσκόρῳ πραιποσίτῳ ε πάγου παρὰ Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. κέκτημαι ἀρούρας ὑπὲρ τὰς ὀγδοήκοντα, ὑπὲρ ὧν μὴ σπειρομένων τὰ τῷ ταμείῳ πολλῷ χρόνῳ τελῶ καὶ τούτων ἕνεκα εἰς πενίαν περιέστην. μάλα γὰρ μόλις μετὰ τοσούτων καμάτων καὶ ἀναλωμάτων ἀπὸ τούτων ἐν σίτῳ μόνας ἀρούρας ὀκτὼ κατέσπειρα καὶ χορτοσπέρμου ἀρούρας δύο. ἐπεὶ οὖν ἅμα τῇ φυῇ τούτων Ἀμμωνᾶς Καπέει καὶ Σαμβάθιον Συρίωνος καὶ Σωτᾶς Ἀχιλλᾶ καὶ Πτολλᾶς Ἀρίστωνος τὰς ἑαυτῶν βοῦς ἐπαφῆκαν ταῖς ἐν σίτῳ καὶ ταύτας καταβεβρώκασιν, καὶ τότε βιβλία σοι περὶ τούτου ἐπιδέδωκα. ἀλλʼ ὕστερον αὐξήσαντα καὶ καρπὸν δεδωκότα καὶ εἰς ἀκμὴν ἔλθοντα, πρὶν θερισθῆναι, πάλιν οἱ αὐτοὶ ἐπιβουλεύοντές μοι καὶ μεγάλα δυνάμενοι ἐπὶ τῶν τόπων, βουλόμενοί με τὴν ἰδίαν ἐγκαταλεῖψαι, τὰς αὐτὰς βοῦς εἰς τὸν σπόρον παραστήσαντες, τέλειον καταβρωθῆναι ἐπέτρεψαν ὡς μηδὲν τὸ σύνολον ἐκεῖσε εὑρίσκεσθαι οὐδὲν δὲ ἧττον καὶ Ἅρπαλος ποιμὴν εἰς τὸν χορτόσπερμον καὶ τὸν χόρτον τὸν κοπέντα καὶ ἀποκείμενον ἐν τῷ πεδίῳ ἐπαφῆκεν τὰ ἑαυτοῦ θρέμματα καὶ ταῦτα καταβεβρώκασιν. καὶ διὰ τοῦτο ἀποσιωπᾶν μὴ δυνάμενος τῶν μειζόνων πολλάκις προσταξάντων τὰ καταλαμβανόμενα ζῷα ἀδικοῦντα ἀλλοτρίους καρποὺς ταῦτα καταπωλεῖσθαι καὶ τῷ μὲν ταμείῳ μέρος χωρεῖν καὶ τῷ τὴν βλάβην πεπονθότι τὸ ἄλλο μέρος, μετὰ τοῦ καὶ κίνδυνον ἐκδέξασθαι τοὺς τούτων νομέας ἤτοι δεσπότας, τὰ βιβλία ἐπιδίδωμι ἀξιῶν ἀχθῆναι αὐτοὺς ἐπὶ σοῦ καὶ τῇ ἀκολουθίᾳ χρήσασθαι. διευτύχει. τοῖς ἐσομένοις ὑπάτοις τὸ δ, Παῦνι ϛ, Ἰσίδωρος ἐπιδέδωκα. Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.