Ancient Greek
P.Mert. 3 104
Documentary Papyri, P.Mert. 3 104
Not analysed yet
παρὰ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου τῶν ἀπʼ Ὀξυρύγχων …τοῦ Ὀξυρυγχίτου. ἐχούσης τῆς γυναικός μου Χαριτῶτος τῆς Ἀσκλᾶ πρὸς Σινθ Ἀχιλλ περὶ ὑποθήκης σιτικῶν ἐδάφους πρὸς τὸ ὀφειλόμενον κεφάλαιον καὶ ἐμοῦ Ἀπολλωνίου ἐκδίκου ὄντος ἀφʼ οὗ ἐποήσατο συστατικοῦ ἐκρίθην σὺν τῆι ἀντιδίκωι ἐπὶ Κλαυδίου Σαρα τοῦ ἀρχιδικαστοῦ, ἡ δὲ παλινδικοῦσα οὐκ ἐμμένει τοῖς κεκριμένοις. ἀξιῶι οὖν ἐὰν φαίνηται γράψαι τῶι τοῦ νομοῦ στρατηγῷ ἐπαναγκάσαι τὴν Σινθ ἐμμένειν τοῖς ὑπὸ τοῦ ἀρχιδικαστοῦ Ἀπολ κεκριμένοις μ…ο…δα ε…οισυ…συνα…τι…μ …ἵνʼ ὦ εὐεργετημένος. εὐτύχει