Ancient Greek
P.Mert. 3 106
Documentary Papyri, P.Mert. 3 106
Not analysed yet
αὐρήλιος Ἱέραξ Ἱέρακος ἀλλόφυλος μητρὸς Θαήσιος ἀπὸ τῆς μικρᾶς Ὀάσεως Αὐρηλίῳ Τίρωνι Παθώτου μητρὸς Ἑλένης ἀπὸ ὑδρεύματος Παθώτου τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὸν ὑπάρχοντά μοι ὄνον ἄρρενα χρώματι λευκομέλανα ἔχοντα ἐν τῷ ὠτίῳ κόμμα κεκομμένον καὶ ἐν τοῖς δυσὶ ποδίοις λευκώματα κολοβὸν τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν τετρακισχιλίων πλήρης, ἥνπερ τιμὴν ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐν Ὀξυρυγχιτῶν πόλει, πρὸς τὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν τοῦ πεπραμένου σοι ὑπʼ ἐμοῦ ὄνου καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῇ τρόπον …λε…νο…