Ancient Greek
P.Mert. 3 114
Documentary Papyri, P.Mert. 3 114
Not analysed yet
Ἀχιλλᾶς Σαραπιάδι καὶ Θερμούθει χαίρειν. καὶ χωρὶς τοῦ γράφειν με οἶμαι καὶ ὑμᾶς πεφροντικέναι τῶν ἱματίων μου ἐγβάντων τῶν τοῦ πατρός μου, εἰδυίας μου τὴν προαίρεσιν ὡς αἰσθανομένῳ ποιούσας. ὥστε οὖν γράφω ὑμῖν ὅπως ἐνεργοῦσαι αὐτὰ λίαν ἰσχνοτέραν κρόκην ποιήσητε αὐτά· ἐπειδὴ γὰρ εὗρον στήμονα πρὸς δραχμὰς η τὸ ἀνʼ εἴκοσι στάθμιον καὶ λίαν ἰσχνόν. καὶ γὰρ ἀγοράζω ἐκεῖ πορφύραν πρὸς δραχμὰς δ τὸν στατῆρα ὁλκῆς. ν…θ…υ σαι δὲ αὐτὰ δηλώσατέ μοι καὶ ὃ δέον ἐστὶ ποιήσωι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Σαραπιάδι καὶ τῇ μητρὶ ἀπὸ Ἀχιλλᾶ