Ancient Greek
P.Messeri 30
Documentary Papyri, P.Messeri 30
Not analysed yet
Θέωνι τῷ καὶ Φιλοσαράπιδι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Παϊήους Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βούλομαι μισθώσασθαι ἀποκαλυφείσης χέρσου αἰγιαλοῦ περὶ τὴν προκειμένην κώμην ἀρούρας δύο εἰς ἐνιαυτὸν ἕνα καὶ τελέσω ὑπὲρ ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας δύο, ἐὰν δέ τι ἄβροχον ἢ καθύδατον γένηται παραδεχθήσεταί μοι ἐκ τῶν ἐκφορίων. ἔτους κ Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ μεγίστου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν μεγίστων Εὐσεβῶν Σεβαστῶν, Μεχειρ β.