Ancient Greek
P.Messeri 47
Documentary Papyri, P.Messeri 47
Not analysed yet
Σαραπίων Θέωνι τῶι πατρὶ χαίρειν κόμισαι παρ’ Ἐπιτυγχάνοντος ναυτικοῦ δραχμὰς ιϛ καὶ στροβίλους δέκα, ἐφ’ οἷς συγγνώσῃ νῦν σὲ ἀπὸ ἀσθε- νείας ῥωσθέντα. ἀσπάζου τὴν σύμβι- όν σου Διονυσίαν καὶ Θεοδώραν καὶ τὰ ἀβάσκαντα αὐτῆς παιδία. ἔρρωσο. Μεχεὶρ ϛ ἐκομισάμην παρ’ Ἐπιτυ… σπυρίδα καὶ τὰ ἐν αὐτῇ. ἀσπάζεται Διονύσιος. Θέωνι ἰατρῶι ἀπὸ Σαραπίωνος