Ancient Greek
P.Meyer 13
Documentary Papyri, P.Meyer 13
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ κβ ἐν Ἀπιάδι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μᾶρκος Ἰούλιος Ἀπολινάριος ἀπολύσιμος ἀπὸ στρατείας ὡς ἐτῶν πεντήκοντα ὀκτὼ οὐλὴ ὀφρύι ἀριστερᾷ Σειμαρίωι Σωκράτους ὡς ἐτῶν κε ἀσήμωι πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα τὸν ὑπάρχοντα αὐτῶι ὄνον πρωτόβολον τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τριακοσίας τεσσαράκοντα παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσει ὁ ὁμολογῶν πάσῃ βεβαιώσει. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Γάιος Πετρώνιος Φίρμος ὡς ἐτῶν λδ σιμὸς οὐλὴ ὀφθαλμῶι δεξιῶι. Μᾶρκος Ἰούλιος Ἀπολινάριος πέπρακα τὸν ὄνον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς τριακοσίας τεσσαράκοντα καὶ βεβαιώσω καθὼς πρόκιται. Γάιος Πετρώνιος Φίρμος ἔγραψα καὶ ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἀναγέγραπται διὰ γραφείου Φιλοπάτορος Ἀπιάδος. πρᾶσις ὄνου.