Ancient Greek
P.Meyer 17
Documentary Papyri, P.Meyer 17
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Ε…ς ἅμα τῇ θυγατρὶ Ἀτοῦδι ἀπὸ κώμης Φιλαγρίδος. ἀεὶ θύουσαι τοῖς θεοῖς διετελέσαμεν καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἐθύσαμεν καὶ ἐσπείσαμεν καὶ τῶν ἱερείων ἐγευσάμεθα καὶ ἀξιοῦμεν ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμεν ὑμᾶς θυσιάζουσας. …