Ancient Greek
P.Meyer 21
Documentary Papyri, P.Meyer 21
Not analysed yet
Αὐρήλιος Σαραπίων Ἄμμων χαίρειν. προσαγορεύω σε καὶ τὴν σύμβιόν σου σὺν τοῖς τέκνοις αὐτῆς καὶ τὴν ἀδελφὴν ἡμῶν …νῦν οὖν γράφω σοι, κύριέ μου· ἐνβαλοῦ εἰς τὸ πλοῖον γόμους ϛ καὶ ἀρτάβας ἑκατὸν ἑβδομήκοντα ὀκτώ ,ὥστε τὸ πᾶν γίνεσθαι ὁμοῦ ἀρτάβας ἑκατὸν ἐνενήκοντα ϛ . καὶ ἐκβίβασον τὸ με… καὶ …σάκκον ἀρτάβας δύο . καὶ μὴ …ης αὐτοῖς ναῦλον …ς με· ἤδη γὰρ ἔλαβαν …καὶ δραχμὰς τετρακοσίας . μὴ ἀμελήσῃς, ἀλλὰ γράψον τῷ προνοητῇ σου, ἵνα ἐγκλείσῃ αὐτά. …ἐὰν δὲ καταλάβω τὸ …πλοῖον ἀρταβῶν τετρακοσίων …σοι ἄρακος καὶ φακὸς …μὴ ἀμελήσῃς τῆς οἰκίας …κουσιν δὸς αὐτοῖς καὶ δὸς …η, ἀλλʼ ὅρα· μὴ ἀμελήσῃς …δι Παθερμούθεως καὶ ιπ…νο… …ν …νονεως …δραχμὰς πεντήκοντα καί, εἰ θέλεις ἀγοράσαι, γράψον μοι. ἐρρῶσαί σε εὔχομαι.