Ancient Greek
P.Meyer 3
Documentary Papyri, P.Meyer 3
Not analysed yet
μητροπόλεως κα. Θέων στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων Ἡρακλείδῃ Ἡρώδου τοῦ Λέοντος ἀπὸ Κιλίκων χαίρειν. Αἴλιος Νικίας ὁ τοῦ νομοῦ ἐκλογιστὴς ἐν ᾧ ἀνέπεμψε βιβλιδίῳ περὶ τοῦ παραγγελῆναι τοῖς διʼ αὐτοῦ ἐμφερομένοις εἴδεσιν ὑπερτεθεῖσιν ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Πετρωνίου Ὁνωράτου ἐν ᾧ ἔγγιστα ἐποιήσατο τοῦ νομοῦ διαλογισμῷ εἰς Εἰρηναῖον τὸν τοῦ κυρίου Καίσαρος ἐπίτροπον ἐδήλωσεν γεγονέναι σε ἐπιτηρητὴν μισθώσεως γινομένης διὰ Ἀντωνίου Θέωνος χρόνων τινῶν ἕνεκα ἐνδεήματος τῆς μισθώσεως. ἵνʼ οὖν τὸ κελευσθὲν εἰδῇς καὶ εὐθέως ἐπὶ τὸν κράτιστον ἐπίτροπον καταντήσῃς ἐπέστειλά σοι. σεσημείωμαι. ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιε Ἄρρειος ὁ καὶ Διόσκορος ἐν κλήρῳ ὑπηρετείας μεταδέδωκα.