Ancient Greek
584.r.46 to 584.v.55
Documentary Papyri, P.Mich. 10 584.r.46-584.v.55
Not analysed yet
Ἁτρῆς Κατοίτου ὁμολογῶ ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Πετεσοῦχον Πετοσίρεως καὶ Ὧρον Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαί με εἰς τὸ ἐπιβάλλον μοι ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ ἔνατον μέρος αἱροῦν πρὸς τὸν προγεγραμμένον Ἑρμᾶν, ἐκ τοῦ πρὸς λίβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά ,λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον ,ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ ,καθὰ πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀπολλω Μέλανος διὰ τὸ μὴ εἰδέναι γράμματα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ιθ. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. ὁμολογία Ἑρμᾶτος καὶ ἄλλων διαιρέσεως