Ancient Greek
P.Mich. 10 587
Documentary Papyri, P.Mich. 10 587
Not analysed yet
…Παβελληοῦς Ὀννώφριος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν Ἁρμιύσι Ὀννώφριος ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου δραχμὰς τεσσαράκοντα ὀκτὼ ,καὶ ἀντὶ τῶν τούτων τόκων καὶ δεόντων καὶ ἱματισμοῦ παρέξεσθαι τὸν ὁμολογοῦντα τὴν ἑαυτοῦ θυγατέρα Κολλεῦθιν παραμένουσαν τῶι Ἁρμιύσει καὶ τοῖς παρʼ αὐτοῦ ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκιμένου χρόνου διατρίβουσαν καὶ ποιοῦσαν τὰ ἐπιστελλόμενα αὐτῆι πάντα, οὐ γινομένην ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀπὸ τῆς τοῦ Ἁρμιύσιος οἰκίας ἄνευ τῆς αὐτοῦ γνώμης, ἀλλὰ καὶ συνακολουθοῦσαν αὐτῶι πανταχῆι κατʼ Αἴγυπτον, καὶ μὴ ἐξέστω αὐτῶι Παβελληοῦ ἐντὸς τοῦ χρόνου ἀποσπάσαι τὴν θυγατέραν, ἐὰν δὲ ἀποσπάσηι ἢ καὶ αὐτὴ ἑκοῦσα ἀπαλλαγῆι ἢ ἄλλως παραβῶσί τι τῶν προγεγραμμένων ἢ α…η…ουσα ἢ καταβλάπτουσα ἢ νοσφιζομένη ἁλίσκηται τῶν Ἁρμιύσιος ἢ τῶν παρʼ αὐτοῦ, ἢ λαβοῦσά τι φυλάσσειν μὴ παράσχηται σῶον, ἐὰν μή τι μετὰ βίας ἀφαιρεθῆι, ἀποτισάτω ὁ ὁμολογῶν Ἁρμιύσι παραχρῆμα ἅς τʼ εἴληφεν παρʼ αὐτοῦ καθότι πρόκιται ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ μεθʼ ἡμιολίας καὶ τόκων καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ τὸ βλάβος, καὶ ἑκάστης ἡμέρας ἧς ἐὰν ἀτακτήσῃ τῆς …ς χαλκοῦ ὀβολοὺς τρεῖς καὶ τὸ κεφάλαιον καὶ τὸ ἀπόκλεμμα πενταπλοῦν, τὸ δὲ νοσφισμὸν ἡμιόλιον ἡμιόλιον τοὺς δὲ τόκους ἁπλοῦς. ἐὰν δὲ μὴ παραδῷ ἢ μὴ παράσχηται σῶον, τὴν ἀξίαν τὴν κατὰ τὴν ἐπιγνώμην Ἁρμιύσιος, οὔσης τῶι Ἁρμιύσει τῆς πράξεως ἔκ τε τοῦ ὑποχρέου καὶ ἐκ τῶν ὑπαρχόντων καθάπερ ἐκ δίκης. τοῦ δὲ χρόνου πληρωθέντος ἀποδότω ὁ ὁμολογῶν τὰς προκιμένας ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ ,ἐὰν δὲ μὴ ἀποδῷ, ἀποτισάτω μεθʼ ἡμιολίας καὶ τόκων καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς τοῦ μὲν ὁμολογοῦντος Κολλοῦθος Μιεῦτος ὡς ἐτῶν κ οὐλὴ καρπῷ δεξιῷ Παβελληοῦς Ὀννώφριος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρʼ Ἁρμιύσιος ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ …