Ancient Greek
P.Mich. 10 602
Documentary Papyri, P.Mich. 10 602
Not analysed yet
Αὐρήλιος Ἀθηνόδωρος Σερήνωι τῶι φιλτάτῳ χαίρειν. ἔγραψα Μαξίμῳ ἐμβαλέσθαι τὴν κριθὴν τὴν ἐν Ὀξυρυγχίτῃ, καὶ τὸν ὄνον καὶ ὅλα γ πλοῖα διεπεμψάμην. ἐὰν οὖν ἐν Ποσονποῦς ἦν ἢ ἐν ἄλλῳ τινὶ τόπῳ, μετάπεμψαι αὐτὸν τὴν ταχίστην ὅπως πάντα καταλιπὼν ἔλθηι καὶ τὴν ἐμβολὴν ποιήσηται, καὶ σὺ οὖν συλλαβοῦ μοι εἰς τοῦτο. Σερήνωι ῥήτορι παρὰ Αὐρηλίου Ἀθηνοδώρου