Ancient Greek
P.Mich. 11 604
Documentary Papyri, P.Mich. 11 604
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπάμμων ὁ καὶ Διονύσιος Θέωνος τοῦ καὶ Δημητρίου καὶ Ἀφύγχις ὁ καὶ Κορνήλιος Ἀφύγχιος τοῦ Ἀφύγχιος ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ἀναδοθέντες τῷ ἐνεστῶτι ἔτει ὑπὸ τοῦ τῆς ε φυλῆς γ περιόδου ἀμφοδογραμματέως εἰς σιτολογίαν ἀπηλιώτου τοπαρχίας κώμης Φθώχεως, διὰ τοῦ τούτων ἐνγυητοῦ Αὐρηλίου Σατορνίλου τοῦ καὶ Θέωνος Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως, καὶ Αὐρήλιος Οὐαλέριος Σαραπάμμωνος μητρὸς Μαρκίας Εὐδαιμονίδος ἀπὸ τῆς αὐτῆς πόλεως, οἱ μὲν περὶ τὸν Σαραπάμμωνα τὸν καὶ Διονύσιον διὰ τοῦ προτεταγμένου αὐτῶν ἐνγυητοῦ Σατορνίνου τοῦ καὶ Θέωνος ἀποσυνεστακέναι τὸν Οὐαλέριον εἰς τὴν γραμματείαν τῆς προκειμένης σιτολογίας ἐπὶ τῷ τὸν αὐτὸν Οὐαλέριον τὴν παράλημψιν ποιήσεσθαι παντὸς τοῦ μετρουμένου ἐπὶ τῆς αὐτῆς σιτολογίας δημοσίου πυροῦ ἐκδιδόντα τοῖς μετροῦσι διαστολὰς καὶ θέματα καὶ ὑπακοῦσαι τῷ τοῦ νομοῦ στρατηγῷ καθʼ ἕκαστον μηνιαῖον ἐπιδιδόντα τοῦ ὑπʼ αὐτοῦ παραλαμβανομένου πυροῦ τὰ συναιρέματα, ἔτι δὲ παραδῶναι τοῖς ἐπιστελλομένοις ναυκλήροις πάντα τὸν ὑπʼ αὐτοῦ σημαινόμενον πυρὸν λαμβάνοντα τὰς συνήθεις ἀποχάς, ὁ δὲ Οὐαλέριος ἐντεῦθεν εὐπειθὴς γενόμενος περί τε σαλαρίου καὶ πάντων ἀναλωμάτων εὐδοκεῖν ἐπὶ τοῦτοις καὶ ἕκαστα ποιήσειν ὡς ἐπάνω δεδήλωται, οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παραβαίνειν τὰ προκείμενα. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γίνεσθαι ἑαυτοὺς ἐπερωτήσαντες ὡμολόγησαν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι ϛ. Σαραπάμμων ὁ καὶ Διονύσιος Θέωνος καὶ Κορνήλιος ὁ καὶ Ἀφύγχιος Ἀεῖτος διʼ ἐμοῦ Αὐρηλίου Σατορνείλου ἀποσυνεστήσαμεν τὸν Αὐρήλιον Οὐαλέριον ἐπὶ πᾶσι τοῖς προκειμένοις εὐδοκοῦντος αὐτοῦ.