Ancient Greek
P.Mich. Michael 16
Documentary Papyri, P.Mich. 11 606
Not analysed yet
Αὐρήλιος Καῆτις Νείλου μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης Θεαδελφίας τῆς Θεμίστου μερίδος ὁμολογεῖ ἔχειν παρὰ Αὐρηλίου Ἱέρωνος ἀπελευθέρου Αὐρηλίου Ποσιδωνίου γενομένου ὑπομνηματογράφου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο χρῆσιν ἐπὶ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι καὶ ἐπάναγκον τὸν Αὐρήλιον Καῆτιν ἀποδώσειν τῷ Αὐρηλίῳ Ἱέρωνι τὸν προκείμενον κεφάλαιον ἄτοκον ἐν μηνὶ Θὼθ τοῦ ἑξῆς ἔτους ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαι αὐτῷ τὴν πρᾶξιν ἔκ τε τοῦ Αὐρηλίου Καήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Καῆτις ὡς ἐτῶν λ οὐλὴ παρὰ ἀντικνήμιον δεξιόν. ἔτους δ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιε