Ancient Greek
P.Mich. 11 609
Documentary Papyri, P.Mich. 11 609
Not analysed yet
Αὐρήλιος Χαιρήμων Ὡριγένους μητρὸς Θαήσιος Ἀφ…ονου Αὐρηλίῳ Φαμάϊτι Νεμεσίωνος μητρὸς Ταποντῶτος ἀπὸ κώμης Τεβτύνεως. μεμίσθωμαι παρὰ σοῦ περὶ κώμην Τεβέτνυ ἐκ τοῦ Δημοσθένους κ… κλήρου ἀρούρας β 𐅵εἰς σπορὰν λαχανοσπέρμου εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος β ἔτους ἐφʼ ἡμισείᾳ τῶν ἐκβησομένων καρπῶν ἐφʼ ἁλώνων, ἐμοὶ μὲν τῷ μισθουμένῳ μέρος ἥμισυ τοῦ παντὸς ἀνθʼ ὧν κατατίθεμαι εἰς τὴν γῆν σπερμάτων καὶ πασῶν δαπανῶν ἀπό τε κατασπορᾶς μέχρι συνκομιδῆς καὶ λικμήσεως, καὶ σοὶ δὲ τῷ Φαμάϊτι τὸ λοιπὸν μέρος ἥμισυ ἀντὶ δημοσίων τῆς γῆς καὶ φόρων· μετὰ δὲ τὴν λίκμησιν τὰ περιγινόμενα ἐξ ἴσου μέρους ἀπολαβεῖν ἡμᾶς· παρέξεις δʼ ἐμοὶ ἐν τῇ κατασπορᾷ προῖκα τρία ζεύγη βοῶν, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν Φαμάϊν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἡ μίσθωσις κυρία. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου τοῦ γενναιοτάτου Καίσαρος Σεβαστῶν, Ἁθὺρ η. Αὐρήλιος Χαιρήμων μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀμοι… ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.