Ancient Greek
P.Mich. 11 611
Documentary Papyri, P.Mich. 11 611
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ θ καὶ Θεοδοσίου τὸ δ τῶν αἰωνίων Αὐγούστων, Θὼθ λ. κληρονόμοις Φοιβάμμωνος τοῦ τῆς λαμπρᾶς μνήμης ἀπὸ δουκῶν γεουχοῦσι ἐπὶ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἠλίου Κολλούθου ἀπʼ ἐποικίου Γναφέως τοῦ αὐτοῦ νομοῦ. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους πθ νη ἕως σπορᾶς τῆς δωδεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν πεδίοις κώμης Πλελὼ ἐδάφους Παειανοῦ καλουμένου ἀλ…κὴν μηχανὴν ἐξηρτισμένην ἀρουρῶν τριάκοντα ἡμίσους τετάρτου ὥστε σπεῖραι ἐν μὲν πυρῷ ἀρούρας δεκαπέντε ,φόρου ἀποτάκτου σίτου ἀρταβῶν ἑκατὸν εἴκοσι ,καὶ κριθῇ ἀρούρας πέντε ,φόρου τούτων κριθῆς ἀρταβῶν τεσσαράκοντα ,καὶ λαχάνῳ ἀρούρας δύο ,φόρου τούτων λαχάνου ἀρταβῶν ἓξ ἡμίσους χοινίκων τεσσάρων ,καὶ τῶν λοιπῶν ἐν χόρτῳ ἀρουρῶν ὀκτὼ ἡμίσους τετάρτου ἔχειν ὑμᾶς ἐν χόρτῳ ἀρούρας τέσσαρας τέταρτον ὄγδοον ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου, τῶν δημοσίων ὄντων πρὸς ὑμᾶς τοὺς γεούχους, ἐπάναγκες δʼ ἐμὲ παρασχεῖν τὸν φόρον μέτρῳ παραλημπτικῷ τῷ δέοντι καιρῷ ἀνυπερθέτως καὶ τὴν ἀναβολὴν τῶν ναυβίων ποιεῖσθαι. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἠλίας Κολλούθου μεμίσθωμαι καὶ ἀποδώσω τὸν φόρον ὡς πρόκιται. Αὐρήλιος …ου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διι εμυ …u μίσθωσις μηχανῆς Φαειανοῦ ἐδάφους Ἠλίᾳ Κολλούθου ἀπὸ Γναφέων …αχ…ξ…κ…λλ…