Ancient Greek
620.r.4.99 to 620.r.6.147
Documentary Papyri, P.Mich. 11 620.r.4.99-620.r.6.147
Not analysed yet
α κέλλα ὑπὸ Ὀρσενοῦφιν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵β κέλλα ὑπὸ Ὀρσενοῦφιν Σουλποῦν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵γ κέλλα ὑπὸ Πτολεμαῖον Καρανιώτην, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵δ κέλλα ὑπὸ Ὡρίωνα ἀδελφόν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵ε κέλλα ὑπὸ Ἀνᾶφιν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵ϛ κέλλα ὑπὸ Πᾶσιν Φανιώτην, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵ζ κέλλα ἀργή μαγδὼλ ἐγγὺς ἀργός ζυτοπώλιον πρότερον ὑπὸ …ην μισθωτήν, νυνὶ δὲ ὑπὸ Ἀμμῶνιν …ν ἐλαιούργιον ὑπὸ Ἑρμίαν μισθωτήν καὶ ἔξωθεν τοῦ ἐποικίου οἰκίδια ὑπὸ …καὶ Εὔπορον προστάτας, χωρὶς ἐνοικίου καὶ παντός γίνονται ἐπὶ τὸ αὐτὸ κέλλαι λ ὧν ἀργηταὶ οὖσαι δ καὶ α διπλῆ οὖσα ὑπὸ τὸν μυλωνικόν, καὶ α ὑπὸ τὸν κηπουρόν, καὶ α ὑπὸ τὸν θυρουρόν. λοιπαὶ ἐνοικούμεναι κέλλαι κγ ὡς τῆς διὰ ἑξαμήνου δραχμῶν κ δραχμαὶ υξ ἐργατῶν σκη ὡς τοῦ α δραχμῶν β δραχμαὶ υνϛ δελφάκια ια 𐅵ὡς τοῦ δραχμῶν κ δραχμαὶ σλ ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Οὐαλερίῳ Τιτανιανῷ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος ἀπὸ ἐπάρχων οὐιγούλων τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν καὶ ὡς χρηματίζει, διὰ Αὐρηλίου Ἀρείου βουλευτοῦ ἐπιτρόπου παρὰ Ἀλκιμέδοντος προνοουμένου κτήσεως Σφηκὸς καὶ Ἀριστοκλέους. λόγος ἀναλωμάτων γενομένων διʼ ἐμοῦ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος β ἔτους ἔστι δέ· ἀναλώματος ἐργάτῃ α κατὰ ποδῶν ὄνων θηλίων δ σὺν Πωλίωνι ὀνηλάτῃ χάλικα μεταφέροντες εἰς χωνίαν ληνῶν β Αὔλωνος καὶ Ἀριστοκλέους ἐπὶ ἡμέρας β ὡς τῆς ἡμέρας δραχμαὶ β δραχμαὶ δ ἄλλῳ ἐργάτῃ α κατὰ ποδῶν τῶν αὐτῶν κτηνῶν σὺν τῷ αὐτῷ ὀνηλάτῃ ἄμμον μεταφέροντες εἰς τὴν αὐτὴν χωνίαν ἐπὶ ἡμέραν α δραχμαὶ β ἄλλοι ἐργάται δ κόπτοντες κονίαν σὺν τῷ κονιάτῃ ὡς τοῦ α δραχμαὶ β δραχμαὶ η ἄλλος ἐργάτης α κατὰ ποδῶν τῶν αὐτῶν κτηνῶν χάλικα μεταφέροντες εἰς ἐπισκευὴν βαλανείου ἐν τῷ Σφηκὸς ἐπὶ ἡμέρας ε ὡς τῆς ἡμέρας δραχμαὶ β δραχμαὶ ι ἄλλος ἐργάτης α κατὰ ποδῶν τῶν αὐτῶν κτηνῶν ἄμμον μεταφέροντες εἰς τὸ αὐτὸ βαλανεῖον ἐπὶ ἡμέρας γ ὡς τῆς ἡμέρας δραχμαὶ β δραχμαὶ ϛ ἄλλοι ἐργάται β σκάψαντες κόπρον πρὸ τῶν κτηνῶν ἐπὶ ἡμέρας δ ὡς τῆς ἡμέρας δραχμαὶ δ δραχμαὶ ιϛ ἄλλοι ἐργάται β κατὰ ποδῶν ὄνων ἀρσενικῶν η σὺν