Ancient Greek
P.Mich. 11 625
Documentary Papyri, P.Mich. 11 625
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ κβ διεγράφη ἐπὶ τὴν ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου ἐγκυκλίου τράπεζαν εἰς τὸν Στατιλίου Ἀπίωνος καὶ Οὐαλερίου Ἀπολλωνίου νομαρχῶν λόγον Ταπεκύσιος Ὥρου τέλος θέσεως ἐνοικήσεως καὶ ἀνανεώσεως τόπων οἰκοπέδων ἐν κώμῃ Βακχιάδι ὑποχρέου Ἑρμᾶτος τοῦ Πτολεμαίου πρὸς δραχμὰς τριακοσίας ἐξ εἰρομένου κώμης μ τόμου κολλήματος πα τοῦ τετάρτου ἔτους Οὐαλέριος Ἀπολλώνιος διὰ Ἰσιδώρου ἐπιτρόπου σεσημείωμαι τέλος θέσεως ἐνοικήσεως καὶ ἀνανεώσεως δραχμῶν τριακοσίων Ταπεχύσεως Στατίλιος Ἀπίων διὰ Αἰλουρίωνος τοῦ καὶ Ἀμμωνίου σεσημείωμαι τέλος θέσεως ἐνοικήσεως καὶ ἀνανεώσεως δραχμῶν τριακοσίων Ταπεχύσεως ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ