Ancient Greek
P.Mich. 12 634
Documentary Papyri, P.Mich. 12 634
Not analysed yet
……Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πατῦνις Ἁρπαῆσις ὡς ἐτῶν ἑξήκοντα τεσσάρων μέσος μελάνχρως μακροπρόσωπος …οὐλὴ μήλωι ἀριστερῶι Ὀρσεῦτι Φασῶτος γεωργῷ Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα πέντε ουλὴ γόνατι δεξιῶι μεμισθωκέναι αὐτῷ εἰς τὸ εἰσιὸν τρεισκαιδέκατον ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὸν ὑπάρχοντα αὐτῷ Πατῦνι κλῆρον κατοικικὸν ἀρουρῶν ἑπτὰ ἐν τῷ Τκανάβι λεγομένων, γῆς ἀρουρῶν ἑπτὰ ἢ ὅσων ἐὰν ὦσιν ἐφʼ ἡμίσει μέρει καθαρῶν ἀπὸ δημοσίων εἰς πυροῦ σπορὰν ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν τεσσαράκοντα μέτρῳ τετραχοινίκῳ θησαυροῦ Ἰουλίας Σεβαστῆς καὶ τέκνων Γερμανικοῦ Καίσαρος Καισάρων, πάντων τῶν δαπανῶν πρὸς τοὺς ἀμφοτέρους, ἃς καὶ ἀποδότω ἐν μηνὶ Παῦνι καθαρὰς ἀπὸ θρύου ἀγρώστεως πάσης δείσης, τὸν δὲ Αἰγύπτιον κάλαμον ἐξ ἐπικοπῆς, οὔσης τῆς πράξεως τοῖς ἀμφοτέροις ἢ τοῖς παρʼ αὐτῶν ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, βεβαιουμένης τῆς μισθώσεως ὑπὸ τοῦ Πατύνεως ἐπὶ τοῖς προκιμένοις καὶ ἀπὸ δημοσίων. ὑπογραφεῖς τοῦ μὲν Ὀρσεῦτος Φασῶτος