Ancient Greek
636rpdupl.1 to 636rpdupl.11
Documentary Papyri, P.Mich. 12 636rpdupl.1-11
Not analysed yet
ἔτους ιη Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν και ἔτους ι τῶν κυρίων ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων τῶν ἐπιφανεστάτων Καισάρων μηνὸς …ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αυρήλιος Ἀτίσιος Ἁτρῆ μητρὸς Θαλλοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ κάτωθεν γόνατος …ω Αὐρηλίῳ Ἥρωνι Ἄπωνος μητρὸς …ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν …οὐλὴ …δεξιᾷ παρακεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ καὶ ἀπογραφείσας ὑπὸ αὐτοῦ διὰ τῆς γενομένης παρὰ Σαβίνῳ κηνσίτορι ἀπογραφῆς τῷ …ἔτει καὶ …ἔτει καὶ …ἔτει μηνὶ Θὼθ κβ περὶ ὁριοδικτίαν τῆς προκειμένης κώμης Καρανίδος τετάρτης πέμπτης τοπαρχίας Ἡρακλείδου μερίδος ἐπὶ μὲν τῆς πρώτης σφραγῖδος ἐν τόπῳ Ταλινάρτυ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ὄγδοον τετρακαιεξηκοστὸν καὶ ἀβρόχου ἀρούρης τέταρτον ἑκκαιδέκατον ἐπὶ δὲ τῆς ε σφραγῖδος ἐν τόπῳ Τκαινπάω λεγομένῳ ἰδιωτικης γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶϛἔτους ἀρούρας δύο ,ἔτι τε καὶ ἐκκεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι τὴν ἀπὸ τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ αα ἔτους διαπαντὸς γεωργίαν ὧν ἀπεγράψατο ὁ ὁμολογῶν Ἀτίσιος διὰ τῆς αὐτῆς ἀπογραφῆς ἐπὶ τῆς προκιμένηςασφραγῖδος ἐν τῷ τόπῳ Ταλινάρτυ λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρουρῶν ἓξ ἡμίσους τετάρτου ὀγδόου καὶ ἄλλων βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἀβρόχου ἀρούρης ἡμίσους ἑκκαιδεκάτου ιϛ ἐπὶ παντὸς τοῦ ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον, ἐπὶ τοῖς οὖσι αὐτῶν ὁρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονες καθὼς ἡ προκιμένη ἀπογραφὴ περιέχει, τῆς μὲν ἐπὶ τῆς α σφραγῖδος ἰδιωτικῆς τε καὶ βασιλικῆς γῆς πάσης οὔσης ἐν ἑνὶ πήγματι ἀπὸ μὲν ἀνατολῶν Πτολλᾶ κτῆσις ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν χέρσος ἀδέσποτος διόλου, τῶν δὲ ἐπὶ τῆς ε σφραγῖδος ἀρουρῶν ἀπὸ μὲν ἀνατολῶν Ταυημέρας κτῆσις ἀπὸ δὲ δυσμῶν Παησίου κτῆσις, ἄνευ τιμῆς καὶ παραχωρητικοῦ καὶ πάσης τινὸς γοῦν δόσεως ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων τελεσμάτων πάντων, και βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀτίσιον τῷ Ἥρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχωρησιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσει, ἃς καὶ παρέξασθαι ἀνεπάφους