Ancient Greek
P.Mich. 12 646
Documentary Papyri, P.Mich. 12 646
Not analysed yet
ἔτους κ καὶ ιβ ἔτους τῶν κυρίων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἐπαγομένων διέγραψαν Ἀπύγχις καὶ Ἀβοεῖς καὶ οἱ κοινωνοὶ σιτολόγοι τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντον ἕν, γίνεται τάλαντον α καὶ τῇ αὐτῇ διέγραψαν οἱ αὐτοὶ ὁμοίως τιμῆς πυροῦ ιθ ἔτους καὶ αη ἔτους καὶ ια ἔτους Φιλαδελφίας τάλαντα πέντε, γίνεται τάλαντα ε καὶ ὁμοίως τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ιϛ ἔτους Φιλαδελφίας τάλαντα δεκατέσσαρα, γίνεται τάλαντα ιδ καὶ ὁμοίως τῇ αὐτῇ ἡμέρᾳ τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντον ἕν, γίνεται τάλαντον α καὶ ἔτους κα καὶ ιγ ἔτους Θὼθ η διέγραψαν οἱ αὐτοὶ ὁμοίως τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντα ἑπτά, γίνεται τάλαντα ζ …διέγραψαν οἱ αὐτοὶ ὁμοίως τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντον ἕν, γίνεται τάλαντον α …οἱ αὐτοὶ ὁμοίως τιμῆς πυροῦ …Φιλαδελφίας τάλαντα δύο, γίνεται τάλαντα β καὶ τῇ ι διέγραψαν οἱ αὐτοὶ τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντα τέσσαρα, γίνεται τάλαντα δ καὶ τῇ αὐτῇ ἡμέρᾳ ὁμοίως Ἄφων τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας τάλαντα δύο, γίνεται τάλαντα β …καὶ Ἁθὺρ κη διέγραψαν Ἀπύγχις καὶ Ἀβοεῖς καὶ οἱ κοινωνοὶ σιτολόγοι τιμῆς πυροῦ ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Φιλαδελφίας τάλαντα πέντε, γίνεται τάλαντα ε καὶ τῇ λ διέγραψαν οἱ αὐτοὶ τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας, ἑτέρου συμβόλου μὴ ἐπιφερομένου, τάλαντον ἕν, γίνεται τάλαντον α καὶ τῇ αὐτῇ διέγραψαν οἱ αὐτοὶ ὁμοίως τιμῆς πυροῦ ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους Φιλαδελφίας ἄλλο τάλαντον ἕν, γίνεται τάλαντον α …