Ancient Greek
659.ctr.161 to 659.ctr.209
Documentary Papyri, P.Mich. 13 659.ctr.161-209
Not analysed yet
ὁμολογεῖ δὲ Ψάιος πάντα ἐπελευσόμενον τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης τῶν πεπραμένων ἕνεκεν παρʼ αὐτοῦ κτημάτων ἢ μέρους τούτων ἀποσοβῆσαι κινδύνῳ ἰδίῳ καὶ τῆς αὐτοῦ περιουσίας κατὰ τὴν δύναμιν τῶν ἐπʼ αὐτοῖς συντεθεισῶν ὠνιακῶν συγγραφῶν. εἰ δὲ καὶ Θεοδόσιος ὁ ἀπὸ Πακῆρκε κατά τινα χρόνον ἤ τρόπον ἐπέλθῃ μέρος τῶν αὐτῶν κτημάτων ἐπιζητῶν ἤγουν οἱ τούτου κληρονόμοι ἢ καί τινες ἐξ αὐτῶν, ἔδοξεν ὥστε τοὺς αὐτοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτορα τὸν εὐλαβέστατον καὶ Σενούθην τοὺς ὑπὲρ αὐτῶν νῦν τοὺς λόγους ποιουμένους προενεγκεῖν τὴν πρὸς αὐτοὺς γεγενημένην παρὰ τοῦ μνημονευθέντος Θεοδοσίου διαλυτικὴν ὁμολογίαν τὴν καὶ παρʼ αὐτοῖς ἀποκειμένην ἧς καὶ τὸ ἴσον ἐκδεδώκασιν ἀρτίως μεθʼ ὑπογραφῆς ἑαυτῶν καὶ οὕτως τὴν διάλυσιν ἐκείνην λαμβάνοντα Ψάιον καὶ ταύτῃ χρώμενον καὶ ἑτέροις οἷς βούλεται δικαίοις ἀποσοβῆσαι καὶ τὸν μνημονευθέντα Θεοδόσιον ἐπερχόμενον τοῖς αὐτοῖς πράγμασιν ἢ μέρει αὐτῶν ἢ τοὺς τούτου κληρονόμους καὶ οὕτως μετὰ τοὺς ἀγῶνας αὖθις ἀναδιδόναι τὸ αὐθεντικὸν τῆς αὐτῆς διαλυτικῆς ὁμολογίας τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης. εἰ δὲ κατά τινα καιρὸν ἢ τρόπον ὑπέρθωνται προενεγκεῖν τὴν μνημονευθεῖσαν ἐκείνην διάλυσιν οἱ κληρονόμοι Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης οἱ νῦν ὑπὲρ αὐτῶν τοὺς λόγους ποιούμενοι ζητήσεως γινομένης παρὰ Θεοδοσίου τοῦ μνημονευθέντος περὶ μέρους τῶν αὐτῶν κτημάτων, ἔδοξεν ὥστε Ψαιῶτα μὴ ἀποσοβεῖν τὸν μνημονευθέντα Θεοδόσιον μήτε τοὺς ὑπὲρ τούτου κληρονόμους ἀντιποιουμένους μέρους τῶν αὐτῶν κτημάτων ἀλλὰ τὸν κίνδυνον τῆς ἀποσοβήσεως ἤτοι καθαροποιήσεως τῆς πρὸς Θεοδόσιον ὁρᾶν τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι τοὺς ὑπὲρ αὐτῶν τοὺς λόγους ποιουμένους ἐφʼ οἷς τὴν διάλυσιν προενεγκεῖν οὐκ ἠνέσχοντο διὰ τὸ οὕτω δεδόχθαι τοῖς μέρεσι. καὶ ἐπιτρέπουσι αὐτοῖς ταῦτα κατέχειν καὶ νέμεσθαι καὶ καρποῦσθαι καὶ διοικεῖν καθʼ ὃν βούλονται τρόπον παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἐπὶ τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ ὁμολογοῦσιν ἀνῃρῆσθαι αὐτοῖς πάντα λόγον κατὰ τῶν μνημονευθέντων κτημάτων ἢ μέρους αὐτῶν ἁρμόττοντα αὐτοῖς ἢ καὶ ἁρμόσαι δυνάμενον. ἔτι ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς μήτε περὶ δημοσίων ὡς κατὰ πλεονασμὸν ἀπῃτημένων μήτε περὶ οἱουδήποτε πράγματος ἁπαξαπλῶς ἀλλὰ καὶ ὁμολογοῦσι εἴ τις ἕτερος χάρτης ἢ καὶ ἐντάγιον συντεῖνον εἰς ταύτην τὴν ὑπόθεσιν ὑπολέλειπται παρʼ αὐτοῖς τοῦτο ἄκυρον καὶ ἀνίσχυρον εἶναι