Ancient Greek
659.ctr.259 to 659.ctr.303
Documentary Papyri, P.Mich. 13 659.ctr.259-303
Not analysed yet
Αὐγούστου Αὐτοκράτορος ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ τις ἐξ αὐτῶν τολμήσειεν παραβῆναι καὶ ὑπεναντίον ταύτης τῆς διαλύσεως διαπράξασθαί τι ὁμολογεῖ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου ὑπὲρ μόνης τῆς παραβασίας χρυσοῦ νομίσματα ἑκατὸν εὔσταθμα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ ὑπεύθυνον αὐτὸν εἶναι τῷ κινδύνῳ τῆς ἐπιορκίας οὐδὲν δὲ ἧττον ἀρραγῆ καὶ ἀσάλευτον μένειν ταύτην τὴν διαλυτικὴν ὁμολογίαν διηνεκῶς ἥνπερ ἔθεντο πρὸς ἑαυτοὺς πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον κεφάλαιον ἐπερωτήσαντες ἀλλήλους καὶ παρʼ ἀλλήλων ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν ὡμολόγησαν. ὑπέθεντο δὲ ἀλλήλοις εἰς ἅπαντα τὰ προγεγραμμένα καὶ εἰς τὴν ἀπαίτησιν τοῦ προκειμένου προστίμου εἴπερ ἁρμόζοι εἰς ἀπαίτησιν πάντα τὰ ὄντα καὶ ἐσόμενα αὐτοῖς πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα δικαίῳ ὑποθήκης καὶ λόγῳ ἐνεχύρου. Βίκτωρ Βησαρίωνος πρεσβύτερος ποιούμενος τοὺς λόγους ὑπὲρ Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ ἐπερωτήμασι καὶ ὁμολογήμασι τοῖς εὐδοκῶ καὶ πείθω καὶ ἐπιδεδωκὼς τοῖς προγεγραμμένοις Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ τὰ δεκατέσσαρα νομίσματα παρὰ κεράτια πεντηκονταὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ προγεγραμμένου κτήματος καλουμένου Ταυσίρεως καὶ ὤμοσα τὸν θεῖον ὅρκον ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις καὶ τῷ προκειμένῳ προστίμῳ καὶ πείθωμαι πᾶσι ὡς πρόκειται καὶ ὑπογράψας ἀπέλυσα. Αὐρήλιος Σενούθης Ἀπολλῶτος ποιούμενος τοὺς λόγους ὑπὲρ Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὁ προγεγράμμενος ἐθέμην ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐπὶ πάσι τοῖς ἐμπεριεχομένοις αὐτῇ ἐπερωτήμασι καὶ ὁμολογήμασι οἷς εὐδοκῶ καὶ πείθω καὶ ἐπιδεδωκὼς τοῖς προγεγραμμένοις Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ τὰ δεκατέσσαρα νομίσματα παρὰ κεράτια πεντηκονταὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ προγεγραμμένου κτήματος καλουμένου Ταυσίρεως καὶ ὤμοσα τὸν θεῖον ὅρκον ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις καὶ τῷ προκειμένῳ προστίμῳ καὶ πείθομαι πᾶσι ὡς πρόκειται καὶ ἀναγνοὺς καὶ ὑπογράψας ἀπέλυσα. Αὐρήλιος Ψαϊῶς Μουσαίου ὁ προκείμενος συνεθέμην ταύτῃ τῇ διαλύσει ὡς πρόκειται Αὐρηλία Ταλοῦ Ἡρακλείου ἡ προκειμένη ἐθέμην ταύτην τὴν διάλυσειν ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος ἀπὸ βοηθῶν ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.