Ancient Greek
662.1 to 662.34
Documentary Papyri, P.Mich. 13 662.1-34
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζῳοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφη μηνὶ Ἁθὺρ γ ἰνδικτίονος τετάρτης. Αὐρηλία Εὐδοξία θυγάτηρ Γεωργίου μητρὸς Ῥοῦθ …καὶ συναινοῦντος καὶ συμπειθομένου ταύτῃ τῇ παρούσῃ ἐμῇ πράσει ἀνδρὸς ἐμοῦ Ἀνουφίου υἱοῦ Ἰσακίου συντελεστοῦ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ εἰποῦσα ἡ προγεγραμμένη Εὐδοξία θυγάτηρ Γεωργίου καὶ μετὰ συναινέσεως ἀνδρὸς ἐμοῦ Ἀνοῦφιος υἱοῦ Ἰσακίου συντελεστοῦ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι πράσεως ἑκουσίᾳ γνώμῃ αὐθαιρέτῳ βουλήσει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτῳ λογισμῷ καθερωτάτῃ προθέσει καὶ καθαρᾷ συνειδήσει καὶ ἀδόλῳ σκοπῷ ὀρθῇ τῇ διανοίᾳ ἅμα τε καὶ ὀμνῦσα τόν τε παντοκράτορα θεὸν καὶ τὴν νίκην τῆς βασιλικῆς σωτηρίας πεπρακέναι σοι τῷ προειρημένῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου πραγματευτῇ καὶ καταγεγραφηκέναι σοι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ ἐπὶ αἰωνίᾳ δεσποτικῇ κατοχῇ τὸ ὑπάρχον μοι καὶ περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας κληρονομίας παρὰ τοῦ μακαριωτάτου μου παρτρὸς ὁλόκληρόν μου μέρος ἀπὸ τῆς παλαιᾶς σεσαθρωμένης οἰκίας λεγομένης Ἰωναθὰν οἰκοδόμου τῆς διακειμένης ἐν τῇ βορινῇ μέρει τῆς εἰρημένης κώμης Ἀφροδίτης ἐπὶ ῥύμης τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἀνεῳγμένης εἰς λίβα εἰς τὴν δημοσίαν ῥύμην μετὰ παντὸς αὐτῆς τοῦ δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρος ἄνω ἁπαξαπλῶς καθὼς ἐνεμόμην τοῦ μακαριωτάτου μου πατρὸς ἔτι περιόντος οὐδὲν καταλείψας ἐκ τοῦ προδιωμολογημένου ὁλοκλήρου μου μέρους ἀπὸ τῆς προκειμένης παλαιᾶς σεσαθρωμένης οἰκίας καὶ ἐξ οἱουδήποτε δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρος ἄνω ὡς πρὸ ἀνωτέρω τέταγται, οἱ δὲ γείτονες τῆς προκειμένης παλαιᾶς οἰκίας ἐκ τετραγώνου εἴσιν οὖτοι νότου πεσσὸς οἰκίας Μηνᾶ Χιχόιτος χαλκοπράτου ἀπηλιώτου μεγάλη ἔπαυλις τῶν κληρωνόμων Προμαυῶτος βορρᾶ οἰκία τῶν κληρονόμων Πέτρου ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν τιμῆς τε τῆς πρὸς ἀλλήλους συνπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας χρυσοῦ δεσποτικοῦ δοκίμου νομισματίου δίμοιρον συναλλαγῇ πρὸς παρασταθμίαν δύο τῷ σταθμῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισματίου 𐅷συναλλαγῇ κεράτια β, ἅπερ τοῦτο τῆς τιμῆς χρύσινον ἀπείληφα εἰποῦσα ἡ ἀποδομένη Εὐδοξία θυγάτηρ Γεωργίου καὶ μετὰ συναινέσεως ἀνδρὸς ἐμοῦ Ἀνούφιος Ἰσακίου παρὰ σοῦ τοῦ ἐωνημένου Μηνᾶ υἱοῦ Χριστοφόρου διὰ χειρός σου εἰς χεῖράς μου