Ancient Greek
P.Mich. 14 678
Documentary Papyri, P.Mich. 14 678
Not analysed yet
…α… πρὸς μόνον τὸ εἰσιὸν δεύτερον ἔτος Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἐνοικίου τοῦ παντὸς ἀργυρίου δραχμῶν τεσσαράκοντα ἃς καὶ ἀποδώσω ἐν ἀναφοραῖς ἰσομερέσι μηνὶ Φαμενὼθ καὶ μηνὶ Καισαρείῳ ἐξουσίας μοι οὔσης ἐπιτελεῖν τὴν γναφικὴν ἐργασίαν ἐν τῶι τῆς …υλω… καὶ δώματι· καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισί, ἐὰν φαίνηται ἐπὶ πᾶσι τοῖς προκειμένοις, ἀμεταμίσθωτα καὶ ἀναυτούργητα. …σάριος Ἀπολλῶτος ἐπικεχώρηκα καθὼς πρόκιται. ἔτους α Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου κδ.