Ancient Greek
P.Mich. 14 683
Documentary Papyri, P.Mich. 14 683
Not analysed yet
τῷ ἀδελφῷ Σερήνῳ ῥιπαρίῳ μερίδος Θαλλοῦ πέμπτης ἰνδικτίωνος Κολλοῦθος σὺν θεῷ πριμικήριος τῶν λαμπροτάτων ἐξκεπτόρων τῆς ἡγεμονικῆς τάξεως. ἐδεξάμην παρὰ σοῦ καὶ ἐπληρώθην χρυσοῦ κεράτια δεκαεπτὰ ὑπὲρ παρούσης πέμπτης ἰνδικτίωνος, δοθέντα μοι παρὰ σοῦ ὑπὲρ τοῦ πριμικηρίου τῶν ἐξκεπτόρων τῆς πέμπτης ἰνδικτίωνος, γίνεται χρυσοῦ κεράτια ιζ καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν ἀπόδειξιν ὡς πρόκειται. Κολλοῦθος σὺν θεῷ πριμικήριος τῶν ἐξκεπτόρων· στοιχεῖ μοι ἡ ἀπόδειξις ὡς πρόκειται. ἀπόδειξις τοῦ πριμικηρίου τῶν ἐξκεπτόρων πέμπτης ἰνδικτίωνος χρυσοῦ κεράτια ιζ.