Ancient Greek
P.Mich. 15 688
Documentary Papyri, P.Mich. 15 688
Not analysed yet
Δημητρίῳ ἐπιστάτῃ καὶ ἀρχιφυλακίτῃ Σοκνοπαίου Νήσου παρὰ Πετήσιος Παπαίου τῶν ἐκ τῆς αὐτῆς κώμης. τῇ κθ τοῦ Φαῶφι τοῦ …ἔτους τῆς γυναικός μου καθευδούσης σὺν τῇ θυγατρὶ ἐπάνω ἐπὶ τῷ οἴκῳ αὐτῆς ἔπεσεν ὁ τεῖχος Ψενατύμιος γερδίου ἐπάνω αὐτῶν καὶ …κήσατο κ…ιιτης δὲ γυναικός μου ἐν γαστρὶ ἐχούσης καὶ κινδυνεύει τῷ ζῆν καὶ διὰ ταύτην τὴν αἰτίαν συνέβη ἀπολέσθαι ἱμάτιον ἄξιον χαλκοῦ ταλάντου α καὶ χιτῶνα γυναικεῖον ἄξιον δραχμῶν Δ καὶ τὰ λοιπὰ σκεύη τὰ ἐν τῷ οἴκῳ. διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως …ης αὐτοῦ …νομενος μέχρι τῶν δικαίων τυχεῖν. εὐτύχει.