Ancient Greek
P.Mich. 15 700
Documentary Papyri, P.Mich. 15 700
Not analysed yet
ἀντίγραφον διαγραφῆς ἀπὸ τῆς ……ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ η. Χαιρημονὶς …τοῦ Σωκράτους μετὰ κυρίου τοῦ ἑαυτῆς συγγενοῦς Σαραπίωνος τοῦ Σεύθου Πασίωνι …ἀπέχειν αὐτὸν παρὰ τῆς Χαιρημονίδος φερνὴν ἐφʼ ἑαυτῇ ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ χιτῶνος λευκοῦ δραχμὰς εἴκοσι · καὶ συμβιώσουσι ἀλλήλοις τοῦ Πασίωνος ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς ἐπὶ γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου· καὶ ἐπὶ τοῦ χωρισμοῦ ἀποδώσει ὁ Πασίων τῇ Χαιρημονίδι τὴν προκιμένην φερνήν, τὸν δὲ χιτῶνα ἐν τῇ ἴσῃ διατιμήσει.