Ancient Greek
P.Mich. 15 730
Documentary Papyri, P.Mich. 15 730
Not analysed yet
μετὰ τὴν ὑπατίαν Φλαουίων Φλωρεντίου καὶ Διονυσίου τῶν λαμπροτάτων …Αὐρήλιος Φιλόξενος Ἀλεξάνδρου μητρὸς Θεοδοσίας ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως μο… υἱῷ Παύλου ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως ταρσικαρίῳ χαίρειν. ὁμολογῶ διὰ τήνδε τὴν ὁμολογίαν πεπρακέναι καὶ καταγεγραφηκέναι σοι σὺν παντὶ πληρεστάτῳ δεσποτικῷ δικαίῳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὴν διαφέρουσάν μοι οἰκίαν τὴν καὶ περιελθοῦσαν μοι ἀπὸ κληρονομίας τοῦ ἀναπαυσαμένου μου πατρὸς τοῦ προειρημένου Ἀλεξάνδρου …ας τοῦ Εὐξα… ἀπὸ δ…σίας ἀκολούθως …ἐφʼ οἷς περιέχει δικαίοις …πρᾶσις οἰκίας ὁλοκλήρου …