Ancient Greek
P.Mich. 15 750
Documentary Papyri, P.Mich. 15 750
Not analysed yet
…πρὸ τοῦ παιδοτρίβου παρειληφότα ἅπαντας καὶ τὰς τα… αὐτῶν εὐαρ… ἐκεῖνον δὲ με… ως τοῦ τὰ μις… ἐφελκόμενα αὐτῶι μισῆται. ἐγώ τε οὐ δύνομαι κινεῖσθαι ἐκ τῆς κώμης μέχρι τοῦ αὐτὸν ἀπελθεῖν. οὐχ εὐρίσκω τε γνωστὸν οὐθένα ᾧ δυνήσομαι ἀποστεῖλαί τί σοι. σὺ οὖν καλῶς ποιήσεις σαυτῆς ἐπιμελομένη μέχρι τοῦ παραγενέσθαι με ἐπὶ σὲ συντόμως. τὰ δὲ κατὰ σαυτὴν ἀσφάλισαι ὡς μετελεύσῃ μεθʼ ἡμῶν, οἱ γὰρ ἄνθρωποι ὑποδεδεγμένοι εἰσίν με ἡδέως. ἔρρωσο. ἔτους ι Φαῶφι ιϛ