Ancient Greek
P.Mich. 15 755
Documentary Papyri, P.Mich. 15 755
Not analysed yet
…Βακχίῳ τῷ ἀδελφῷ χαίρειν. ἐπισπούδασον, κύριέ μου ἀδελφέ, λαβών μου τὰ γράμματα δοῦναι Κουτίτῃ ἀδελφῷ ἡμῶν ὧν ἔχεις ἐν παραθέσει ἀπὸ τιμῆς ἐλαιῶν σίτου ἀρτάβας τέσσαρες μέτρα τέσσαρα. κούφισον κεράμιον ἓν ὃ λέγεις ὅτι ἦρε καὶ χάριν ἔχω. μὴ οὖν ἀμελήσῃς δοῦναι αὐτὰ αὐτῷ ἐπεὶ γὰρ ἔλαβα αὐτὰ παρʼ αὐτοῦ. ἐπεὶ γὰρ ἀποδημῶ ἐὰν θέλῃ …κουφίσαι τὰς δύο ἀρτάβας ὑπὲρ ὧν οἶδας καὶ σοὶ χάριν ἔχω. καὶ τὰς ἴσας ἀρτάβας …ων σου ἐν Ἀλεξανδρείᾳ …μὴ οὖν αὐτὸν …ἐπεὶ γὰρ ἐχρησάμην …χρείαν εἶχον. ἀσπάζομαι τὴν μικράν θυγατέρα τοῦ ἀδελφοῦ σου. ἐρρῶσθαί σε εὔχομαι.