Ancient Greek
P.Mich. 18 769 Ro
Documentary Papyri, P.Mich. 18 769
Not analysed yet
Λυσίας Ὥρωι χαίρειν. ὡς ἂν λάβηις τὴν ἐπιστολὴν, πάντα ὑπερθέμενος γενοῦ πρὸς τῶι τιναγμῶι τοῦ κατεσπαρμένου σησάμου φθινοπωρινοῦ ἐν τῶι Στασικράτους ἑκατονταρούρου ἰδίωι κλήρωι ὧι ἔχει περὶ τὴν Τρικωμίαν καὶ φρόντισον ὅπως …τόνως διατηρῆις ὡς πρὸς σὲ ἡμῖν τοῦ λόγου ἐσομένου περὶ τούτων. ἔρρωσο. ἔτους ϛ Ἁθὺρ ϛ.