Ancient Greek
P.Mich. 18 774
Documentary Papyri, P.Mich. 18 774
Not analysed yet
Πρωτάρχωι ἐπιμελητῆι παρὰ Μεγχέους χρυσοχόου τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος. Πτολεμαίου τοῦ τελωνοῦντος τὴν χρυσοχοικὴν τοῦ νομοῦ εὑρόντος με. ἐν Κροκοδείλων πόλει καὶ συκοφαντήσαντος οὐθέν μου προσοφείλοντος τῶι βασιλεῖ καὶ προσλαβομένου συνεργὸν Μενέλαον τὸν κατὰ πόλιν καὶ ἀπαγαγόντων με καὶ τὰς χεῖρας ἐπενεγκόντων ὅν τε εἶχον ἐκδόσιμον βῶλον ἀργυροῦν καὶ κάθεμα οὗ ὁλκὴ δραχμῶν ρη ἀφελομένων μου οὗ παρατεθήσεται τὰ δίκαια, κατέστην πρὸς αὐτοὺς ἐπʼ Ἀσκληπιάδην τὸν παρὰ σοῦ καὶ ἐπὶ τούτου ὡμολογηκότων αὐτῶν καὶ εἰπόντων ἀποδώσειν μοι οὐδʼ ἕως τοῦ νῦν ἀποδιδόασι. ἐγὼ δὲ περισπώμενος ὑπὸ τοῦ κυρίου τοῦ ἀργυρίου οὐ δύναμαι ἐκδημῆσαι ἀλλὰ καταφθείρομαι ἀργῶν. ὅπως οὖν δύνωμαι τὰ εἰς τὸ βασιλικὸν τέλη ἀναπληροῦν, ἀξιῶ σε δεόμενος μεταπεμψάμενον αὐτοὺς ἐπαναγκάσαι ἀποδοῦναί μοι τὸ ἀργύριον. τούτου γὰρ γενομένου ὢν ὑποτελὴς οὐκ ἀδικηθήσομαι ἀλλὰ τεύξομαι βοηθείας. εὐτύχει.