Ancient Greek
P.Mich. 18 779
Documentary Papyri, P.Mich. 18 779
Not analysed yet
Ὀρνυμένηι παρὰ Πετεμίνιος τῶν ἐκ Μούχεως τῆς Πολέμωνος μερίδος· ἐπέδωκα Ἀθηνοδώρωι διοικητῆι κατὰ Πυθίωνα τὸν οἰκονομοῦντα τὴν αὐτὴν μερίδα περὶ δραχμῶν Δ ὧν ἐπεπράχει με καὶ παραλογ… πρὸς τάλαντα ε Βτ καὶ τοῦ ὑπομνήματος ἀναπεμφθέντος ἐπὶ σὲ ἔγραψας Φίλωνι ἀποκαταστῆσαι αὐτὸν ἐπὶ σέ. ἐπεὶ οὖν ὁ ἄνθρωπος περιφεύγει τοῦ τὸ δίκαιόν μοι ὑποσχεῖν, ἀξιῶ οὖν σε, ἐάν σοι φαίνηται, γράψαι μοι ἐντολὴν πρὸς τοὺς φυλακίτας ὅπως οὗ ἂν εὑρεθεὶς ἀποκατασταθῇ ἐπὶ σέ· εἰ δὲ μή γε, …κλεῖσθαι τὴν οἰκίαν αὐτοῦ.