Ancient Greek
P.Mich. 18 785 b
Documentary Papyri, P.Mich. 18 785B
Not analysed yet
…Πεταῦτι καὶ Θαήσει καὶ Ταμύσθᾳ τοῖς τρισὶ γεγονόσι αὐτῶι ἐξ ἦς συνέστι κατὰ νόμους γυναικὸς Ταπετσίρεως τῆς Πνεφερῶτος καὶ αὐτῷ Ταπετσίρει, τῶι μὲν ἀρρένωι υἱῶι Πεταῦτι τὸν ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἐν κώμῃ Καρανίδι τῆς Ἡρακλείδου μερίδος πατρικὸν κλῆρον κατοικικὸν ἀρούρης μιᾶς ἡμίσους ἀπὸ ἀρουρῶν τριῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν ἐν μιᾷ σφραγῖδι χωρὶς ἐπιβολῆς κώμης ἢ ἄλλου ἁπλῶς εἴδους, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ τὸ ὑπάρχον αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πατρικῆς οἰκίας καὶ τὸ ὑπάρχον τῶι αὐτῶι ὁμολογοῦντι ἐν Καρανίδι μητρικῶν ἥμισυ μέρος ψιλῶν τόπων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ κτηνῶν ὄνον θήλειαν καὶ τὴν ἐπακολουθοῦσαν πῶλον θήλειαν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ταῖς θυγατράσι Θαήσει καὶ Ταμύσθᾳ κοινῶς ἐξ ἴσου ἑκάστωι κατὰ τὸ τρίτον μέρος τὰ ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι ἀγελικὰ πρόβατα σύμμικτα ἀριθμῷ …καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας καὶ ἐρίφους· τῇ δὲ προγεγραμμένῃ τοῦ ὁμολογοῦντος γυναικὶ ἔχειν τὴν τῆς προγεγραμμένης οἰκίας ἐνοίκησιν καὶ ἃ ἐὰν καταλείπῃ σκευάρια καὶ ἐπίπλοα καὶ ἐνοφειλόμενα αὐτῶι καθʼ ὃν δήποτε οὖν τρόπον ἐξέσται, ἡ αὐτὴ Ταπετσῖρις τῆς τε …ἐκ τοῦ ἐνεστῶτος ὀγδόου ἔτους· ἀντὶ τῶν ἐξακολουθούντων περιγενομένων ἡ γυνὴ Ταπετσῖρις ποιήσεται τὴν διόρθωσιν ὧν ὀφείλει ὁ ὁμολογῶν ὀφειλημάτων παντοίων …τὴν τούτων καρπείαν. τὰ γενήματα καὶ πρόσφορα τῶν μεμερισμένων τοῖς τέκνοις …Πεταῦος ἃ καὶ παραδώσει ἡ Ταπετσῖρις …