Ancient Greek
P.Mich. 18 789
Documentary Papyri, P.Mich. 18 789
Not analysed yet
Καλπουρνία καὶ Ἀπία ἡ καὶ Θεοδώρα ἀμφότεραι θυγατέρες Γαι…ερη… …μητρὸς Θεοδώρας ἀπὸ Ὀξυρύγχων πόλεως ἐκατέρα μετὰ κυρίου τοῦ ἀνδρός, ἡ μὲν Καλπουρνία Ἀπίωνος Ἀπολλωνίου τοῦ Σαραπίωνος μητρὸς Σαραεῦτος θέσει Διογένους Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως, ἡ δὲ Ἀπία ἡ καὶ Θεοδώρα Χωσίωνος …ωνος τοῦ καὶ Χωσίωνος μητρὸς Θαϊσοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως τῷ πρὸς μητρὸς ἡμῶν θείῳ Διοσκουρίδῃ Ζωΐλου τοῦ Διοσκουρίδου Ἁδριανείῳ τῷ καὶ Ὀλυμπείῳ τῶν ἱερονικῶν καὶ ἀτελῶν γυμνασιαρχήσαντι καὶ ἀρχιερατεύσαντι τῶν κυρίων Σεβαστῶν καὶ θεῶν ἁπάντων τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τοῦ ἐν τῇ αὐτῇ πόλει Ἑλληνικοῦ Σαραπείου χαίρειν. ἐπεί διʼ ἧς ἔθετο ὁ σοῦ μὲν πατήρ, ἡμῶν δὲ κατὰ μητέρα πάππος, Ζωΐλος Διοσκουρίδου τοῦ Ἑρμοῦ μητρὸς Θεοδώρας ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει ἀγορανομείου τῷ κζ ἔτει Τῦβι ἐπὶ σφραγίδων διαθήκης ἐφʼ ᾗ ἀμεταθέτῳ ἐτελεύτησεν τῇ καὶ λυθείσῃ μεθʼ ἃ ἄλλα διέταξεν ἡμῖν ἠθέλησεν ἐπὶ τῷ σὲ ἐκλέξασθαι τὰς προσόδους τῶν διὰ ταύτης τῆς διαθήκης δηλουμένων ἡμῖν ὑπαρχόντων ἄχρις οὗ γαμηθῶμεν ἀνδράσι καὶ μετὰ τὸν γάμον ἡμῶν ἐπὶ ἄλλα ἔτη …δοῦναι ἡμῖν, οἷς ποτʼ ἂν γαμηθῶμεν ἀνδράσι, ἀντί τε ἧς …υσιχω …