Ancient Greek
P.Mich. 18 794
Documentary Papyri, P.Mich. 18 794
Not analysed yet
ἡ τάξις τοῦ κουρεπιστουλαρίου τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ περιβλέπτου κόμιτος τοῦ θείου κονσιστωρίου, ἡγεμόνος τῆς Ἀρκάδων ἐπαρχίας, ἐκδίκῳ καὶ ῥιπαρίοις Ὀξυρυγχίτου· θέλησον δεχόμενος τόδε τὸ παρὸν γράμμα καταναγκάσαι Διονύσιον τὸν διαδεχόμενον τὸν λογιστεύοντα τῆς Ὀξυρυγχιτῶν ὥστε ἰδίῳ κινδύνῳ στεφάνους τῆς δημοσίας ἀγορᾶς τῆς Ἡρακλέους πόλεως ἐκπέμψαι ὧν καὶ τὴν τιμὴν ἐκ πλήρους ἀγαγεῖν αὐτὸν εἰς τὴν τάξιν καὶ ἀναγκάσαι οὐδὲν ἧττον καὶ Φιλόξενον τὸν πρωτοδημότην καὶ πρ…ηντη… ὥστε τὰ ταλάρια τῶν …ων… data X Kalendas Ianuarias Heracleopoli.