Ancient Greek
P.Mich. 20 810
Documentary Papyri, P.Mich. 20 810
Not analysed yet
ὑπατείας Φλαουίων Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου κόμητος καὶ μαγίστρου τῆς πεδικῆς παρατάξεως Ἁθὺρ ι. Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνου καὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου καὶ Τιμαγένει Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου Ἀλεξανδρίας παρὰ Αὐρηλίου Ἰακὼβ Ἰάσωνος ἀπὸ Πανὸς πόλεως οἰκοῦντος ἐν Βαβυλῶνι κυβερνήτου δεσποτικοῦ πολυκώπου ἀπὸ ἀριθμοῦ Μέμφεως μετ ἐγγύου τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλίων Γεροντίου Ποσιδωνίου καὶ Εὐλογίου Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ …ἐπαν ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ προτεταγμένον πλοῖον ἀπὸ λόγου τῆς πρώτης ἰνδικτίονος πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Ἀιε, τὸν δὲ γόμον κατενέγκω ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσομεν εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεως ἄποχα γράμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν καὶ ἐπενεγκεῖν καὶ ἀναδοῦναι ὑμῖν, ἐγὼ δὲ ὁ ἐγγυητὴς ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν κυβερνήτην Ἰακὼβ παραδίδοντα τὸν γόμον τοῦ σίτου ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχήν. εἰ δὲ συμβαίη αὐτὸν ἐν τῇ παραδόσει γενόμενον λοιπασθῆναι ἐπάναγκες ἐμὲ τὸν ἐγγυητὴν ὑποστῆναι καὶ πληρῶσαι τὸ ζητούμενον πρὸς αὐτὸν μέτρον καὶ καθαρὰν τὴν ἀποχὴν ἐπενεγκεῖν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Εὐλόγιος Πλουτίωνος δι’ ἐμοῦ Ἀμμωνίου υἱοῦ ἐγγυῶμαι ἅμα Γεροντίῳ Ποσιδωνίου τὸν προκείμενον Ἰακὼβ πολυκωπίτην παραδίδοντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χιλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Γερόντιος Ποσιδωνίου πολιτευόμενος ἐγγυῶμαι ἅμα Εὐλογίῳ Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ τὸν προκείμενον Ἰακὼβ πολυκωπίτην παραδίδοντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χειλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Ἰακὼβ Ἰάσωνος παρέλαβον καὶ ἐνεβαλόμην τὰς τοῦ πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου ἀρτάβας χιλίας δεκαπέντε καὶ παραδώσω ὡς πρόκειται δι’ ἐμοῦ Ἁρπάλου ἐγράφη.